Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ μὲν οὖν τις τοῦτʼ εἶναι φιλοσοφίαν λέγει, ῥήματα καὶ ὀνόματα, ἢ τέχνας λόγων, ἢ ἐλέγχους καὶ ἔριδας καὶ σοφίσματα, καὶ τὰς ἐν τούτοις διατριβάς, οὐ χαλεπὸν εὑρεῖν τὸν διδάσκαλον· πάντα ὑμῖν μεστὰ τοιούτων [*](15 ἐρχομένου χαμαὶ cf. Hesiod. theog 272 || 17.1 ῥήματα καὶ ὀνόματα vi or. 11 1 b cf. Plat. symp 198 b al. (Deuschle Plat. Sprachphilosophie Marb 1850) ||18 ἔριδας et 19 σοφίσματα sq. vi. or. 30. 1 d ||19.20 χαλεπὸν εὑρεῖν ut or. 15. 1 a; 33. 1 a etiam or. 11. 7 g) [*](1 ἄρρατος R! (ut Plat. Crat. 407 d Polit. 535 c) ἄρρηκτος cett. (δ Δ) ||2 ἄκμητος] ἄμικτος MNφα(δ) ||4 ἐντευθενὶ Mharkl. ἔκπλεων ποιητικῆς Hob. ἐκ ποιητικῆς RMNB om. cett. (δ Δ) ἐκ- πρεπῆ (vel ἐκποικιλτικὴν) Schenkl ἐκ del Dav Markl. || 8 〈τῆς〉 πολιτικῆς Nα(δ) ||9 μὲν] μένε Reiske ||10 ὁρᾶς τὸν δῆμον om. MNHφα(δ) 11 ἀλλὰ] ἀλλʼ εἰ Dav ||12. 13 καὶ ἀλήθειαν τιμᾷ om. MN φα(δ) ||15 προ-στάτου R! ||ἐρχομένου χαμαί, οὐδὲ nescio unde om. Duebn. ||17 λέγει φιλοσοφίαν B ||18 ἢ ἐλέγχους om B 20 τοιούτων] καὶ τοιούτων B τῶν MNφ α(δ))

14
σοφιστῶν, εὔπορον τὸ χρῆμα, καὶ ταχὺ ἀναφαινόμενον· θαρρήσαιμι δʼ ἂν ἔγωγε εἰπεῖν, ὅτι τῆς τοιαύτης φιλοσοφίας πλείους οἱ διδάσκαλοι τῶν μαθητῶν.

Εἰ δὲ ταῦτα μὲν ὀλίγη τοῦ φιλοσοφεῖν μοῖρα, καὶ τοσαύτη, ὅση αἰσχρὸν μὲν μὴ εἰδέναι, οὐ σεμνὸν δὲ εἰδέναι, διαφεύγομεν τὸ αἰσχρόν καὶ ταῦτα εἰδότες, μὴ καλλωπιζώμεθα δὲ ἐπʼ αὐτοῖς· ἢ γὰρ ἂν πολλοῦ ἄξιοι καὶ οἱ γραμματισταὶ εἶεν, πραγματευόμενοι περὶ τὰς συλλαβάς, καὶ συμψελλίζοντες ἔθνει παίδων ἀνοητοτάτῳ.

Τὸ δὲ ἐν φιλοσοφίᾳ κεφάλαιον καὶ ἡ ἐπʼ αὐτὸ ὁδὸς δεῖται διδασκάλου τὰς τῶν νέων ψυχὰς ξυνεπαίροντος, καὶ διαπαιδαγωγοῦντος αὐτῶν τὰς φιλοτιμίας, καὶ οὐδὲν ἀλλʼ ἢ λύπαις καὶ ἡδοναῖς τὰς ὀρέξεις αὐτῶν συμμετρουμένου·

οἷόν που καὶ οἱ πωλευταὶ δρῶσιν, μήτε ἀποσβεννύντες τὸν θυμὸν τῶν πωλευμάτων, [*](Ed. Duebn. p. 26)μήτε ἐφιέν |τες αὐτοῖς ἀνέδην χρῆσθαι | [*](23b) τῇ γενναιότητι.

Οἰκονομεῖ δὲ πώλου μὲν θυμὸν χαλινός, καὶ ῥυτῆρες, καὶ ἱππέως καὶ ἡνιόχου τέχνη· ψυχὴν δὲ ἀνδρὸς λόγος, οὐκ ἀργός, οὐδὲ ῥυπῶν, οὐδὲ ἠμελημένος, ἀλλὰ ἀνακεκραμένος ἤθει καὶ πάθει, καὶ μὴ παρέχων σχολὴν τοῖς ἀκροωμένοις τὰς φωνὰς ἐξετάζειν καὶ τὰς [*](1 σοφιστῶν vi. or. 26. 2 g et c cf. Themist. 34. 3 Lucian. necyom. 4. 459 sq. || 2 θαρρήσαιμι sq. ut or. 32 9 d || 17 πώλου sq. simil. vi. or. 30. 1 b sq. || 20.21 παρέχων σχολὴν sq vi. or. 17 5f καὶ μὴ sq.) [*](2 θαρσήσαιμι B || 5 ὅσον B ὅσην α (δ Δ) || 6 διαφεύγομεν RB διαφεύγωμεν cett. (δ Δ) ||7 καλλωπιζόμεθα pr man. R | δὲ] δὴ Markl | ἡ Ϛ(δ Δ) ||7.8 καὶ οἱ γοαμματισταὶ πολλοῦ ἄξιοι B || 8 πραγματευόμενοπερὶ (suprascr. ι) R! ||9 ἔθει B | ἀνοητοτάτων BN || 11 αὐτὴν Βφ | συνεπαίροντος Mα(θ) || 13 οὐδενὶ ἄλλῳ ἢ Markl. || 15 δρῶσιν B cum R! | τῶν πωλευμάτων — 17 μὲν θυ- μὸν om. B || 16 ἀναίδην R! || 17 οἰκονομεῖ (ει in ras. ex ῆ) R δὲ ex δεῖ ras. corr. R || 20 καὶ πάθει om. N)

15
ἐν αὐταῖς ἡδονάς, ἀλλὰ ἀνίστασθαι προσαναγκάζει καὶ συνενθουσιᾶν, ὥσπερ ὑπὸ σάλπιγγι, νῦν μὲν τὸ ἐφορμητικὸν φθεγγομένῃ, νῦν δὲ τὸ ἀνακλητικόν.