Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Πορεύομαι διὰ τῶν κατὰ φύσιν, μέχρι πεσὼν ἀναπαύσομαι ἐναποπνεύσας μὲν τούτῳ, ἐξ οὖ καθ’ ἡμέραν ἀναπνέω, πεσὼν δὲ ἐπὶ τούτῳ, ἐξ οὗ καὶ τὸ σπερμάτιον ὁ πατήρ μου συνέλεξε καὶ τὸ αἱμάτιον ἡ μήτηρ καὶ τὸ γαλάκτιον ἡ τροφός· ἐξ οὗ καθ’ ἡμέραν τοσούτοις ἔτεσι βόσκομαι καὶ ἀρδεύομαι· ὃ φέρει με πατοῦντα καὶ εἰς τοσαῦτα ἀποχρώμενον αὐτῷ.

Δριμύτητά σου οὐκ ἔχουσι θαυμάσαι· ἔστω, ἀλλὰ ἕτερα πολλά, ἐφ’ ὧν οὐκ ἔχεις εἰπεῖν· οὐ γὰρ πέφυκα. ἐκεῖνα οὖν παρέχου, ἅπερ ὅλα ἐστὶν ἐπὶ σοί, τὸ ἀκίβδηλον, τὸ σεμνόν, τὸ φερέπονον, τὸ ἀφιλήδονον, τὸ ἀμεμψίμοιρον, τὸ ὀλιγοδεές, τὸ εὐμενές, τὸ ἐλεύθερον, τὸ ἀπέρισσον, τὸ ἀφλύαρον, τὸ μεγαλεῖον. οὐκ αἰσθάνῃ πόσα ἤδη παρέχεσθαι δυνάμενος, ἐφ’ ὧν οὐδεμία ἀφυίας καὶ ἀνεπιτηδειότητος πρόφασις, ὅμως ἔτι κάτω μένεις ἑκών; ἢ καὶ γογγύζειν καὶ γλισχρεύεσθαι καὶ κολακεύειν καὶ τὸ σωμάτιον καταιτιᾶσθαι καὶ ἀρεσκεύεσθαι καὶ περπερεύεσθαι καὶ τοσαῦτα ῥιπτάζεσθαι τῇ ψυχῇ διὰ τὸ ἀφυῶς κατεσκευάσθαι ἀναγκάζῃ; οὐ μὰ τοὺς θεούς, ἀλλὰ τούτων μὲν πάλαι ἀπηλλάχθαι ἐδύνασο, μόνον δέ, εἰ ἄρα, ὡς βραδύτερος καὶ δυσπαρακολουθητότερος καταγινώσκεσθαι. καὶ τοῦτο δὲ ἀσκητέον μὴ παρενθυμουμένῳ μηδὲ ἐμφιληδονοῦντι τῇ νωθείᾳ.

Ὁ μέν τίς ἐστιν, ὅταν τι δεξιὸν περί τινα πράξῃ, πρόχειρος καὶ λογίσασθαι αὐτῷ τὴν χάριν. ὁ δὲ πρὸς μὲν τοῦτο οὐ πρόχειρος, ἄλλως μέντοι παρ’ ἑαυτῷ ὡς περὶ χρεώστου διανοεῖται καὶ οἶδεν ὃ πεποίηκεν. ὁ δέ τις τρόπον τινὰ οὐδὲ οἶδεν ὃ πεποίηκεν, ἀλλὰ ὅμοιός ἐστιν ἀμπέλῳ βότρυν ἐνεγκούσῃ καὶ μηδὲν ἄλλο προσεπιζητούσῃ μετὰ τὸ ἅπαξ τὸν ἴδιον καρπὸν ἐνηνοχέναι.

ἵππος δραμών, κύων ἰχνεύσας, μέλισσα μέλι ποιήσασα, ἄνθρωπος δ’ εὖ ποιήσας οὐκ ἐπιβοᾶται, ἀλλὰ μεταβαίνει ἐφ’ ἕτερον, ὡς ἄμπελος ἐπὶ τὸ πάλιν ἐν τῇ ὥρᾳ τὸν βότρυν ἐνεγκεῖν. ἐν τούτοις οὗν δεῖ εἶναι τοῖς τρόπον τινὰ ἀπαρακολουθήτως αὐτὸ ποιοῦσι.— ναί ἀλλ’ αὐτὸ τοῦτο δεῖ παρακολουθεῖν· ἴδιον γάρ, φησί, τοῦ κοινωνικοῦ τὸ αἰσθάνεσθαι, ὅτι κοινωνικῶς ἐνεργεῖ, καὶ νὴ Δία βούλεσθαι καὶ τὸν κοινωνὸν αἰσθέσθαι.—ἀληθὲς μέν ἐστιν ὃ λέγεις, τὸ δὲ νῦν λεγόμενον παρεκδέχῃ· διὰ τοῦτο ἔσῃ εἶς ἐκείνων ὦν πρότερον ἐπεμνήσθην· καὶ γὰρ ἐκεῖνοι λογικῇ τινι πιθανότητι παράγονται. ἐὰν δὲ θελήσῃς συνεῖναι τί ποτέ ἐστι τὸ λεγόμενον, μὴ φοβοῦ, μὴ παρὰ τοῦτο παραλίπῃς τι ἔργον κοινωνικόν.

Εὐχὴ Ἀθηναίων· ὗσον, ὗσον, ὦ φίλε Ζεῦ, κατὰ τῆς ἀρούρας τῆς Ἀθηναίων καὶ τῶν πεδίων. ἤτοι οὐ δεῖ εὔχεσθαι ἢ οὕτως ἁπλῶς καὶ ἐλευθέρως.