Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Ὁποῖον δεῖ καταληφθῆναι ὑπὸ τοῦ θανάτου καὶ σώματι καὶ ψυχῇ· τὴν βραχύτητα τοῦ βίου· τὴν ἀχάνειαν τοῦ ὀπίσω καὶ πρόσω αἰῶνος· τὴν ἀσθένειαν πάσης ὕλης.

Γυμνὰ τῶν φλοιῶν θεάσασθαι τὰ αἰτιώδη· τὰς ἀναφορὰς τῶν πράξεων· τί πόνος· τί ἡδονή· τί θάνατος· τί δόξα· τίς ὁ ἑαυτῷ ἀσχολίας αἴτιος· πῶς οὐδεὶς ὑπ’ ἄλλου ἐμποδίζεται· ὅτι πάντα ὑπόληψις.

Ὅμοιον δ’ εἶναι δεῖ ἐν τῇ τῶν δογμάτων χρήσει παγκρατιαστῇ, οὐχὶ μονομάχῳ· ὁ μὲν γὰρ τὸ ξίφος ᾧ χρῆται ἀποτίθεται καὶ ἀναιρεῖται· ὁ δὲ τὴν χεῖρα ἀεὶ ἔχει καὶ οὐδὲν ἄλλο ἢ συστρέψαι αὐτὴν δεῖ.

Τοιαῦτα τὰ πράγματα ὁρᾶν, διαιροῦντα εἰς ὕλην, αἴτιον, ἀναφοράν.

Ἡλίκην ἐξουσίαν ἔχει ἄνθρωπος μὴ ποιεῖν ἄλλο ἢ ὅπερ μέλλει ὁ θεὸς ἐπαινεῖν, καὶ δέχεσθαι πᾶν ὃν νέμῃ αὐτῷ ὁ θεός. τὸ ἑξῆς τῇ φύσει.

Μήτε θεοῖς μεμπτέον· οὐδὲν γὰρ ἑκόντες ἢ ἄκοντες ἁμαρτάνουσι· μήτε ἀνθρώποις· οὐδὲν γὰρ οὐχὶ ἄκοντες. ὥστε οὐδενὶ μεμπτέον.