Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Λάμπις τις ἦν ἀγέρωχος βουκόλος. Οὗτος καὶ αὐτὸς ἐμνᾶτο τὴν Χλόην παρὰ τοῦ Δρύαντος καὶ δῶρα ἤδη πολλὰ ἐδεδώκει σπεύδων τὸν γάμον.

Αἰσθόμενος οὖν ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται, τέχνην ἐζήτει, δι’ ἧς τὸν δεσπότην αὐτοῖς ποιήσει πικρόν· καὶ εἰδὼς πάνυ αὐτὸν τῷ παραδείσῳ τερπόμενον, ἔγνω τοῦτον ὅσον οἷός τέ ἐστι διαφθεῖραι καὶ ἀποκοσμῆσαι.

Δένδρα μὲν οὖν τέμνων ἔμελλεν ἁλώσεσθαι διὰ τὸν κτύπον· ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖραι αὐτά. Νύκτα δὴ φυλάξας καὶ ὑπερβὰς τὴν αἱμασιὰν τὰ μὲν ἀνώρυξε, τὰ δὲ κατέκλασε,

τὰ δὲ κατεπάτησεν ὥσπερ σῦς. Καὶ ὁ μὲν λαθὼν ἀπεληλύθει· Λάμων δὲ τῆς ἐπιούσης παρελθὼν εἰς τὸν κῆπον ἔμελλεν ὕδωρ αὐτοῖς ἐκ τῆς πηγῆς ἐπάξειν.

Ἰδὼν δὲ πᾶν τὸ χωρίον δεδῃωμένον καὶ ἔργον οἷον ἄν ἐχθρός, οὐ λῃστὴς ἐργάσαιτο, κατερρήξατο μὲν εὐθὺς τὸν χιτωνίσκον, βοῇ δὲ μεγάλῃ θεοὺς ἀνεκάλει, ὥστε καὶ ἡ Μυρτάλη τὰ ἐν χερσὶ καταλιποῦσα ἐξέδραμε καὶ ὁ Δάφνις ἐάσας τὰς αἶγας ἀνέδραμε· καὶ ἰδόντες ἐβόων καὶ βοῶντες ἐδάκρυον.