Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

τόνου τῆς φωνῆς ἔφη “ἦν ὀλίγος μοι βίος τὸν πρότερον χρόνον· ὃν γὰρ εἶχον εἰς χορηγίας καὶ τριηραρχίας ἐξεδαπάνησα. Ὅτε ταῦτα ἦν, γίνεταί μοι θυγάτριον. Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίᾳ, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι.

Καὶ τὸ μὲν ἐξέκειτο ἐν ἄντρῳ Νυμφῶν πιστευθὲν ταῖς θεαῖς, ἐμοὶ δὲ πλοῦτος ἐπέρρει καθ’ ἑκάστην ἡμέραν κληρονόμον οὐκ ἔχοντι.

Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα, ἀλλ’ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πατέρα ποιήσει ποίμνιον.”