Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἐντεῦθεν εὔοπτον μὲν ἦν τὸ πεδίον καὶ ἦν ὁρᾶν τοὺς νέμοντας, εὔοπτος δ’ ἡ θάλαττα καὶ ἑωρῶντο οἱ παραπλέοντες· ὥστε καὶ ταῦτα μέρος ἐγίνετο τῆς ἐν τῷ παραδείσῳ τρυφῆς. Ἵνα τοῦ παραδείσου τὸ μεσαίτατον

p.306
ἐπὶ μῆκος καὶ εὖρος ἦν, νεὼς Διονύσου καὶ βωμὸς ἦν· περιεῖχε τὸν μὲν βωμὸν κιττός, τὸν νεὼν δὲ κλήματα.

Εἶχε δὲ καὶ ἔνδοθεν ὁ νεὼς Διονυσιακὰς γραφάς· Σεμέλην τίκτουσαν, Ἀριάδνην καθεύδουσαν, Λυκοῦργον δεδεμένον, Πενθέα διαιρούμενον· ἐπῆσαν καὶ Ἰνδοὶ νικώμενοι καὶ Τυρρηνοὶ μεταμορφούμενοι· πανταχοῦ Σάτυροι πατοῦντες, πανταχοῦ Βάκχαι χορεύουσαι· οὐδὲ ὁ Πὰν ἠμέλητο· ἐκαθέζετο δὲ καὶ αὐτὸς συρίττων ἐπὶ πέτρας, ὅμοιος ἐνδιδόντι κοινὸν μέλος καὶ τοῖς πατοῦσι καὶ ταῖς χορευούσαις.

Τοιοῦτον ὄντα τὸν παράδεισον ὁ Λάμων ἐθεράπευε, τὰ ξηρὰ ἀποτέμνων, τὰ κλήματα ἀναλαμβάνων. Τὸν Διόνυσον ἐστεφάνωσε· τοῖς ἄνθεσιν ὕδωρ ἐπωχέτευσε. Πηγή τις ἦν, ἣν εὗρεν ἐς τὰ ἄνθη Δάφνις· ἐσχόλαζε μὲν τοῖς ἄνθεσιν ἡ πηγή, Δάφνιδος δὲ ὅμως ἐκαλεῖτο πηγή.

Παρεκελεύετο δὲ καὶ τῷ Δάφνιδι ὁ Λάμων πιαίνειν τὰς αἶγας ὡς δυνατὸν μάλιστα, πάντως που κἀκείνας λέγων ὄψεσθαι τὸν δεσπότην ἀφικόμενον διὰ μακροῦ.

Ὁ δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ’ αὐταῖς· διπλασίονάς τε γὰρ ὧν ἔλαβεν ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν οἰῶν· βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν.

Δὶς ἡγεῖτο ἐπὶ πότον· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε.