Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Εὗρον αὐτῷ καὶ γνωρίσματα συνεκκείμενα ὁμόλογα, ὦ δέσποτα, καὶ φυλάττω· τύχης γάρ ἐστι μείζονος ἢ καθ’ ἡμᾶς σύμβολα. Ἀστύλου μὲν οὖν εἶναι δοῦλον αὐτὸν οὐχ ὑπερηφανῶ, καλὸν οἰκέτην καλοῦ κἀγαθοῦ δεσπότου· παροίνημα δὲ Γνάθωνος οὐ δύναμαι περιιδεῖν γενόμενον, ὃς ἐς Μυτιλήνην αὐτὸν ἄγειν ἐπὶ γυναικῶν ἔργα σπουδάζει.”

Ὁ μὲν Λάμων ταῦτα εἰπὼν ἐσιώπησε καὶ πολλὰ ἀφῆκε δάκρυα· τοῦ δὲ Γνάθωνος θρασυνομένου καὶ πληγὰς ἀπειλοῦντος, ὁ Διονυσοφάνης τοῖς εἰρημένοις ἐκπλαγεὶς τὸν μὲν Γνάθωνα σιωπᾶν ἐκέλευσε, σφόδρα τὴν ὀφρὺν εἰς αὐτὸν τοξοποιήσας, τὸν δὲ Λάμωνα πάλιν ἀνέκρινε καὶ παρεκελεύετο τἀληθῆ λέγειν μηδὲ ὅμοια πλάττειν μύθοις ἐπὶ τῷ κατέχειν τὸν υἱόν.

Ὡς δ’ ἀτενὴς ἦν καὶ κατὰ πάντων ὤμνυε θεῶν καὶ ἐδίδου βασανίζειν αὑτόν, εἴ τι ψεύδεται, παρακαθημένης τῆς Κλεαρίστης ἐβασάνιζε τὰ λελεγμένα. “Τί δ’ ἂν ἐψεύδετο Λάμων, μέλλων ἀνθ’ ἑνὸς δύο λαμβάνειν αἰπόλους; Πῶς δ’ ἂν καὶ ταῦτ’ ἔπλασσεν ἄγροικος; Οὐ γὰρ εὐθὺς ἦν ἄπιστον ἐκ τοιούτου γέροντος καὶ μητρὸς εὐτελοῦς υἱὸν καλὸν οὕτω γενέσθαι;”