Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Περὶ τράπεζαν εἶχον οἱ ἀμφὶ τὸν Δρύαντα· κρέα διῃρεῖτο, ἄρτοι παρετίθεντο, κρατὴρ ἐκίρνατο. Εἷς δὴ κύων τῶν προβατευτικῶν ἀμέλειαν φυλάξας,

κρέας ἁρπάσας ἔφυγε διὰ θυρῶν. Ἀλγήσας ὁ Δρύας (καὶ γὰρ ἦν ἐκείνου μοῖρα) ξύλον ἀράμενος ἐδίωκε κατ’ ἴχνος ὥσπερ κύων· διώκων δὲ κατὰ τὸν κιττὸν γενόμενος ὁρᾷ τὸν Δάφνιν ἀνατεθειμένον ἐπὶ τοὺς ὤμους τὴν ἄγραν καὶ ἀποσοβεῖν ἐγνωκότα.

Κρέως μὲν οὖν καὶ κυνὸς αὐτίκα ἐπελάθετο, μέγα δὲ βοήσας “χαῖρε, ὦ παῖ” περιεπλέκετο καὶ κατεφίλει καὶ ἦγεν ἔσω λαβόμενος. Μικροῦ μὲν οὖν ἰδόντες ἀλλήλους εἰς τὴν γῆν κατερρύησαν· μεῖναι δὲ καρτερήσαντες ὀρθοὶ προσηγόρευσάν τε καὶ κατεφίλησαν· καὶ τοῦτο οἱονεὶ ἔρεισμα αὐτοῖς τοῦ μὴ πεσεῖν ἐγένετο.

Τυχὼν οὖν ὁ Δάφνις παρ’ ἐλπίδας καὶ φιλήματος

p.288
καὶ Χλόης τοῦ τε πυρὸς ἐκαθέσθη πλησίον καὶ ἐπὶ τὴν τράπεζαν ἀπὸ τῶν ὤμων τὰς φάττας ἀπεφορτίσατο καὶ τοὺς κοψίχους, καὶ διηγεῖτο πῶς ἀσχάλλων πρὸς τὴν οἰκουρίαν ὥρμησε πρὸς ἄγραν, καὶ ὅπως τὰ μὲν αὐτῶν βρόχοις τὰ δὲ ἰξῷ λάβοι τῶν μύρτων καὶ τοῦ κιττοῦ γλιχόμενα.

Οἱ δὲ ἐπῄνουν τὸ ἐνεργὸν καὶ ἐκέλευον ἐσθίειν ὧν ὁ κύων κατέλιπεν, ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι. Καὶ ἣ χαίρουσα τοῖς τε ἄλλοις ὤρεξε καὶ Δάφνιδι μετὰ τοὺς ἄλλους· ἐσκήπτετο γὰρ ὀργίζεσθαι, διότι ἐλθὼν ἔμελλεν ἀποτρέχειν οὐκ ἰδών· ὅμως μέντοι πρὶν προσενεγκεῖν ἀπέπιεν, εἶθ’ οὕτως ἔδωκεν. Ὁ δέ, καίτοι διψῶν, βραδέως ἔπινε, παρέχων ἑαυτῷ διὰ τῆς βραδυτῆτος μακροτέραν ἡδονήν.