Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐφίλησέ τε αὐτὸν καὶ ὤρεξε πότον ἤδη μεσημβρίας ἀκμαζούσης καὶ προύπεμψε μέχρι τινός, φιλοφρονούμενος πάντα· ὁ δὲ Δρύας οὐ παρέργως ἀκούσας τὸν ὕστερον λόγον τοῦ Λάμωνος ἐφρόντιζε βαδίζων καθ’ αὑτὸν ὅστις ὁ

p.303
Δάφνις. “Ἐτράφη μὲν ὑπ’ αἰγὸς ὡς κηδομένων θεῶν· ἔστι δὲ καλὸς καὶ οὐδὲν ἐοικὼς σιμῷ γέροντι καὶ μαδώσῃ γυναικί· εὐπόρησε δὲ καὶ τρισχιλίων, ὅσον οὐδὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον.

Ἆρα καὶ τοῦτον ἐξέθηκέ τις ὡς Χλόην; Ἆρα καὶ τοῦτον εὗρε Λάμων ὡς ἐκείνην ἐγώ; Ἆρα καὶ γνωρίσματα ὅμοια παρέκειτο τοῖς εὑρεθεῖσιν ὑπ’ ἐμοῦ; Ἐὰν ταῦτα οὕτως, ὦ δέσποτα Πὰν καὶ Νύμφαι φίλαι, τάχα οὗτος τοὺς ἰδίους εὑρὼν εὑρήσει τι καὶ τῶν Χλόης ἀπορρήτων.”

Τοιαῦτα μὲν πρὸς αὑτὸν ἐφρόντιζε καὶ ὠνειροπόλει μέχρι τῆς ἅλω· ἐλθὼν δὲ ἐκεῖ καὶ τὸν Δάφνιν μετέωρον πρὸς τὴν ἀκοὴν καταλαβὼν ἀνέρρωσέ τε γαμβρὸν προσαγορεύσας καὶ τῷ μετοπώρῳ τοὺς γάμους θύσειν ἐπαγγέλλεται, δεξιάν τε ἔδωκεν ὡς οὐδενὸς ἐσομένης ὅτι μὴ Δάφνιδος Χλόης.

Θᾶττον οὖν νοήματος, μηδὲν πιὼν μηδὲ φαγὼν παρὰ τὴν Χλόην κατέδραμε· καὶ εὑρὼν αὐτὴν ἀμέλγουσαν καὶ τυροποιοῦσαν, τόν τε γάμον εὐηγγελίζετο καὶ ὡς γυναῖκα λοιπὸν μὴ λανθάνων κατεφίλει καὶ ἐκοινώνει τοῦ πόνου.