Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Οἱ δὲ παρ’ ἐλπίδα ἰδόντες τοσοῦτον ἀργύριον, αὐτίκα τε δώσειν ἐπηγγέλλοντο τὴν Χλόην καὶ πείσειν ὑπισχνοῦντο τὸν Λάμωνα.

Ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν· ὁ δὲ Δρύας θησαυρίσας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺ παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παρ’ αὐτῶν, τὸ καινότατον,

μνᾶσθαι νυμφίον. Εὑρὼν δὲ κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμημένα ἀθύμως τε ἔχοντας ὅτι μικροῦ δεῖν ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ’ ἐκείνοις μὲν παρεμυθήσατο,

κοινὴν ὁμολογήσας ἀφορίαν πανταχοῦ γεγονέναι, τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ ἄλλων διδόντων, οὐδὲν παρ’ αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει· συντετράφθαι γὰρ ἀλλήλοις κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι

p.302
μὴ δυναμένῃ· ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς καθεύδειν μετ’ ἀλλήλων.

Ὁ μὲν οὖν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος (αὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν) μήτε ἡλικίαν Δάφνιδος (ἤδη γὰρ μειράκιον ἦν) τὸ μὲν ἀληθὲς οὐδ’ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο