Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἀλλὰ σὺ πρόσελθε καὶ προσελθὼν ἀνελοῦ καὶ ἀνελόμενος δός. Ἱκανόν σοι νῦν μὲν δόξαι μὴ πένητι, χρόνῳ δὲ ὕστερον ἔσῃ καὶ πλούσιος.”

Αἱ μὲν ταῦτα εἰποῦσαι τῇ νυκτὶ συναπῆλθον· γενομένης δὲ ἡμέρας ἀναπηδήσας ὁ Δάφνις περιχαρὴς ἤλαυνε ῥοίζῳ πολλῷ τὰς αἶγας εἰς τὴν νομήν· καὶ τὴν Χλόην φιλήσας καὶ τὰς Νύμφας προσκυνήσας κατῆλθεν ἐπὶ θάλατταν, ὡς περιρράνασθαι θέλων· καὶ ἐπὶ τῆς ψάμμου πλησίον τῆς κυματωγῆς ἐβάδιζε ζητῶν τὰς τρισχιλίας.

Ἔμελλε δὲ ἄρ’ οὐ πολὺν κάματον ἕξειν· ὁ γὰρ δελφὶς ὁ οὐκ ἀγαθὸν ὀδωδὼς αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν· οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέ τε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ βαλάντιον ἀργυρίου μεστόν.

Τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλατταν· καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλατταν ἐνόμιζε τῆς γῆς γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν.