Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

ᾜτει δὴ τὴν Χλόην χαρίσασθαί οἱ πᾶν ὅσον βούλεται καὶ γυμνὴν γυμνῷ συγκατακλινῆναι μακρότερον ἢ πρόσθεν εἰώθεσαν· τοῦτο γὰρ λείπειν τοῖς Φιλητᾶ παιδεύμασιν, ἵνα δὴ γένηται τὸ μόνον ἔρωτα παῦον φάρμακον.

Τῆς δὲ πυνθανομένης τί πλέον ἐστὶ φιλήματος καὶ περιβολῆς καὶ αὐτῆς κατακλίσεως καὶ τί ἔγνωκε δρᾶσαι γυμνὸς γυμνῇ συγκατακλινείς, “τοῦτο” εἶπεν “ὃ οἱ κριοὶ ποιοῦσι τὰς οἶς καὶ οἱ τράγοι τὰς αἶγας.

Ὁρᾷς ὡς μετὰ τοῦτο τὸ ἔργον οὔτε ἐκεῖναι φεύγουσιν ἔτι αὐτοὺς οὔτε ἐκεῖνοι κάμνουσι διώκοντες, ἀλλ’ ὥσπερ κοινῆς λοιπὸν ἀπολαύσαντες ἡδονῆς συννέμονται; Γλυκύ τι, ὡς ἔοικεν, ἐστὶ τὸ ἔργον καὶ νικᾷ τὸ ἔρωτος πικρόν.” “Εἶτα οὐχ ὁρᾷς,

ὦ Δάφνι, τὰς αἶγας καὶ τοὺς τράγους καὶ τοὺς κριοὺς καὶ τὰς οἶς ὡς ὀρθοὶ μὲν ἐκεῖνοι δρῶσιν, ὀρθαὶ δὲ ἐκεῖναι πάσχουσιν, οἱ μὲν ἐπιπηδήσαντες, αἱ δὲ κατανωτισάμεναι; Σὺ δέ με ἀξιοῖς συγκατακλινῆναι καὶ ταῦτα γυμνήν; Καίτοιγε ἐκεῖναι πόσον ἐκδεδυμένης ἐμοῦ

λασιώτεραι;” Πείθεται Δάφνις καὶ συγκατακλινεὶς αὐτῇ πολὺν χρόνον ἔκειτο καὶ οὐδὲν ὧν ἕνεκα ὤργα ποιεῖν ἐπιστάμενος ἀνίστησιν αὐτὴν καὶ κατόπιν περιεφύετο μιμούμενος τοὺς τράγους. Πολὺ δὲ μᾶλλον

p.292
ἀπορηθείς, καθίσας ἔκλαεν εἰ καὶ κριῶν ἀμαθέστερος εἰς τὰ ἔρωτος ἔργα.