Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ’ ἂν πιστή σοι μένῃ· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.”

Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν· κἂν ἕτερον προκρίνῃ Δάφνιδος, ἀντ’ ἐκείνης αὑτὸν ἀποκτενεῖν.

Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς.

p.284

Μυτιληναῖοι δὲ ὡς ᾔσθοντο τὸν ἐπίπλουν τῶν δέκα νεῶν καί τινες ἐμήνυσαν αὐτοῖς τὴν ἁρπαγὴν ἐλθόντες ἐκ τῶν ἀγρῶν, οὐκ ἀνασχετὸν νομίσαντες ταῦτα ἐκ Μηθυμναίων παθεῖν, ἔγνωσαν καὶ αὐτοὶ τὴν ταχίστην ἐπ’ αὐτοὺς ὅπλα κινεῖν·

καὶ καταλέξαντες ἀσπίδα τρισχιλίαν καὶ ἵππον πεντακοσίαν ἐξέπέμψαν κατὰ γῆν τὸν στρατηγὸν Ἵππασον, ὀκνοῦντες ἐν ὥρᾳ χειμῶνος τὴν θάλατταν.