Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Δευτέρας που νομῆς καιρὸς ἦν, καὶ ὁ Δάφνις ἀπὸ σκοπῆς τινος μετεώρου θεασάμενος τὰς ἀγέλας καὶ τὴν Χλόην, μέγα βοήσας “ὦ Νύμφαι καὶ Πὰν” κατέδραμεν εἰς τὸ πεδίον καὶ περιπλακεὶς τῇ Χλόῃ λιποθυμήσας κατέπεσε.

Μόλις δὲ ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος ἐπὶ τὴν συνήθη φηγὸν ἔρχεται· καὶ ὑπὸ τῷ στελέχει καθίσας ἐπυνθάνετο πῶς ἀπέδρα τοσούτους πολεμίους.

Ἡ δὲ αὐτῷ κατέλεξε πάντα, τὸν τῶν αἰγῶν κιττόν, τὸν τῶν προβάτων ὠρυγμόν, τὴν ἐπανθήσασαν τῇ κεφαλῇ πίτυν, τὸ ἐν τῇ γῇ πῦρ, τὸν ἐν τῇ θαλάττῃ κτύπον, τὰ συρίγματα ἀμφότερα, τὸ πολεμικὸν καὶ τὸ εἰρηνικόν, τὴν νύκτα τὴν φοβεράν, καὶ ὅπως αὐτῇ τὴν ὁδὸν ἀγνοούσῃ καθηγήσατο τῆς

p.279
ὁδοῦ μουσική.