Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ μὴ δεῖσθαι ἀρχῆς· ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί ἀντὶ τούτου ἔχεις.

εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντʼ αὐτοῦ, ἄθλιος εἶ· εἰ δʼ ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γίγνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον.

ἄλλος γυναῖκα εὔμορφον, σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός. μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμήσαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ μετʼ εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου καταφρονεῖν καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν, ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν;