Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δʼ; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπʼ ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν.

— πότερον δʼ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλʼ οὗτοί γʼ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφʼ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλʼ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις.

— πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλʼ οἷόν τε καὶ πένητι καὶ ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα;

τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα διʼ οἵων ἂν γένοιτο· δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρʼ αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος·

ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά.

μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας· εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους;

καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δʼ εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ;

πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτʼ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος;

πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια;

τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν;

οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δʼ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ.

τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δʼ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν.

μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον.

τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδʼ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλʼ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται;

καίτοι οὔτʼ ἐπὶ τοῦ παλαίειν οὔτʼ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλʼ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως.

τὰ δʼ ἀναγκαῖα θεωρήματα, ἀφʼ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δʼ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην.

εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;