Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐλοιδόρησέν σε ὁ δεῖνα. πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ἀλλὰ καὶ ἔπληξεν. πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ἀλλὰ καὶ ἔτρωσεν. πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν.

πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι;

βέβληκεν ὁ γείτων λίθους. μή τι οὖν σὺ ἡμάρτηκας; ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη. σὺ οὖν σκευάριον εἶ;

οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν· ἀνθρώπῳ δʼ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας· μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν;

ἵππος οὖν πότʼ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται· οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλʼ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται;

ἀλλʼ ὅταν μὴ ἰχνεύειν. μή ποτʼ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλʼ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν;

τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν· οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλʼ ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια (τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων),

ἀλλὰ τὰ ἀνθρωπικά,τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν.