Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἵππος οὖν πότʼ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται· οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλʼ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται;

ἀλλʼ ὅταν μὴ ἰχνεύειν. μή ποτʼ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλʼ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν;

τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν· οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλʼ ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια (τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων),

ἀλλὰ τὰ ἀνθρωπικά,τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν.

τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον;Τραιανοῦ;φέρε.Νέρωνος;ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν. οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον. φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν.

ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων.

τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι.

καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν· οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλʼ ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά.

οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος· ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται· ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ· ὥστε οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.

τί οὖν; θέλεις με καταφρονεῖσθαι; — ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλʼ ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων. — ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι.

—τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν;—

οὔ. — τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστʼ ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά.

οὕτως καὶ ἐχυρὰν πόλιν οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων· νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν.

ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον;

πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις.

εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδʼ ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος;

Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν.

φύσις δʼ αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν· τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ.

τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν· λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτʼ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν.

εἰ δʼ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων;