Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπʼ ἄλλοις.

ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη. θέλετʼ εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν.

ἂν ἅπαξ εἴπῃς πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;, ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφʼ οἷς οὐ δεῖ ἐπαιρόμενον· πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις.

ἄφες οὖν ταῦτα πάντα. καλαὶ αἱ Ἀθῆναι. ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα.

θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί. ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν;

εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.

μία ὁδὸς ἐπὶ εὔροιαν ( τοῦτο καὶ ὄρθρου καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι,

οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν.