Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα;

— οὐδένα. — περὶ τίνος γὰρ φοβήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφελέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον ἢ τὸν θεόν.

ἀλλʼ ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας ἢ διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον ἀτυχῇς καὶ δυστυχῇς;

οὐκοῦν ἄφοβος μὲν οὕτως ἔσει καὶ ἀτάραχος. λύπη δὲ τί πρὸς σέ; ὧν γὰρ προσδοκωμένων φόβος γίνεται, καὶ λύπη παρόντων. ἐπιθυμήσεις δὲ τίνος ἔτι; τῶν μὲν γὰρ προαιρετικῶν ἅτε καλῶν ὄντων καὶ παρόντων σύμμετρον ἔχεις καὶ καθισταμένην τὴν ὄρεξιν, τῶν δʼ ἀπροαιρέτων οὐδενὸς ὀρέγῃ, ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον;

ὅταν οὖν πρὸς τὰ πράγματα οὕτως ἔχῃς, τίς ἔτι ἄνθρωπος δύναται φοβερὸς εἶναι; τί γὰρ ἔχει ἄνθρωπος ἀνθρώπῳ φοβερὸν ἢ ὀφθεὶς ἢ λαλήσας ἢ ὅλως συναναστραφείς; οὐ μᾶλλον ἢ ἵππος ἵππῳ ἢ κύων κυνὶ ἢ μέλισσα μελίσσῃ. ἀλλὰ τὰ πράγματα ἑκάστῳ φοβερά ἐστιν· ταῦτα δʼ ὅταν περιποιεῖν τις δύνηταί τινι ἢ ἀφελέσθαι, τότε καὶ αὐτὸς φοβερὸς γίνεται.

πῶς οὖν ἀκρόπολις καταλύεται; οὐ σιδήρῳ οὐδὲ πυρί, ἀλλὰ δόγμασιν. ἂν γὰρ τὴν οὖσαν ἐν τῇ πόλει καθέλωμεν, μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν, οὓς ἐφʼ ἑκάστοις καθʼ ἡμέραν ἔχομεν, ποτὲ μὲν τοὺς αὐτούς, ποτὲ δʼ ἄλλους;

ἀλλʼ ἔνθεν ἄρξασθαι δεῖ καὶ ἔνθεν καθελεῖν τὴν ἀκρόπολιν, ἐκβάλλειν τοὺς τυράννους· τὸ σωμάτιον ἀφεῖναι, τὰ μέρη αὐτοῦ, τὰς δυνάμεις, τὴν κτῆσιν, τὴν φήμην, ἀρχάς, τιμάς, τέκνα, ἀδελφούς, φίλους, πάντα ταῦτα ἡγήσασθαι ἀλλότρια.

κἂν ἔνθεν ἐκβληθῶσιν οἱ τύραννοι, τί ἔτι ἀποτειχίζω τὴν ἀκρόπολιν ἐμοῦ γε ἕνεκα; ἑστῶσα γὰρ τί μοι ποιεῖ; τί ἔτι ἐκβάλλω τοὺς δορυφόρους; ποῦ γὰρ αὐτῶν αἰσθάνομαι; ἐπʼ ἄλλους ἔχουσιν τὰς ῥάβδους καὶ τοὺς κοντοὺς καὶ τὰς μαχαίρας.

ἐγὼ δʼ οὐπώποτʼ οὔτε θέλων ἐκωλύθην οὔτʼ ἠναγκάσθην μὴ θέλων καὶ πῶς τοῦτο δυνατόν; προσκατατέταχά μου τὴν ὁρμὴν τῷ θεῷ. θέλει μʼ ἐκεῖνος πυρέσσειν· κἀγὼ θέλω. θέλει ὁρμᾶν ἐπί τι· κἀγὼ θέλω. θέλει ὀρέγεσθαι· κἀγὼ θέλω. θέλει με τυχεῖν τινος· κἀγὼ βούλομαι.

οὐ θέλει· οὐ βούλομαι. ἀποθανεῖν οὖν θέλω· στρεβλωθῆναι οὖν θέλω. τίς ἔτι με κωλῦσαι δύναται παρὰ τὸ ἐμοὶ φαινόμενον ἢ ἀναγκάσαι; οὐ μᾶλλον ἢ τὸν Δία.

οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. ἀκήκοεν ὅτι λῃστεύεται ἡ ὁδός· μόνος οὐ τολμᾷ καθεῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν ἢ πρεσβευτοῦ ἢ ταμίου ἢ ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχεται ἀσφαλῶς.

οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ ὁ φρόνιμος. πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ τῶν φιλτάτων.

ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ; ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ; τίνι προσκατατάξας ἑαυτόν;

τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δʼ, ἂν ὁ συνοδοιπόρος αὐτὸς ἐπʼ ἐμὲ στραφεὶς λῃστής μου γένηται;

τί ποιήσω; φίλος ἔσομαι Καίσαρος· ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶτον μέν, ἵνα γένωμαι, πρόσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι· εἶτα ἐὰν γένωμαι, καὶ οὗτος θνητός ἐστιν καὶ οὗτος θνητός.

ἂν δʼ αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον;

εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;

οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.

πῶς λέγεις προσκατατάξαι;— ἵνʼ, ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδʼ αὐτὸς θέλῃ.

— πῶς οὖν τοῦτο γένηται; — πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλειπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπʼ ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα.