Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθʼ ὑποτάσσομεν κακῶς οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας· θεῖόν ἐστιν. εἶθʼ ὑποτάσσομεν κακῶς, οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν. ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς.

τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδʼ ὑπατεία οὐδʼ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι.

τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; — ἡ ἐπιστήμη τοῦ γράφειν. — τί δʼ ἐν τῷ κιθαρίζειν; — ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. — οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν.

ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον;

— οὔ. — οὐκοῦν οὐδʼ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφʼ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφʼ ἡμῖν ἐστιν, τὰ δʼ ἐπʼ ἄλλοις;

— πῶς λέγεις; — τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; — οὐκ ἐπʼ ἐμοί. — ὅταν δʼ ὑγιαίνειν; — οὐδὲ τοῦτο. — ὅταν δὲ καλὸν εἶναι; — οὐδὲ τοῦτο. — ζῆν δὲ καὶ ἀποθανεῖν; — οὐδὲ τοῦτο. — οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου.

— ἔστω. — τὸν ἀγρὸν δʼ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφʼ ὅσον θέλεις καὶ οἷον θέλεις; — οὔ. — τὰ δὲ δουλάρια; — οὔ. — τὰ δʼ ἱμάτια; — οὔ. — τὸ δὲ οἰκίδιον; — οὔ. — τοὺς δʼ ἵππους; — τούτων μὲν οὐδέν. — ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; — οὐδὲ ταῦτα.

πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; — οὐκ οἶδα. — ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό.

μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; — οὐδείς. — οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος.

— ἔστω. — ἄγε, ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι; — δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μʼ ὁρμῆσαι. — ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ;

— οὔ. — σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; — ἐμόν. — σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; — ἔστω ἐμόν. — τὸ δʼ ἀφορμῆσαι τίνος;

σὸν καὶ τοῦτο. — τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; — τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; — οὔ· ἀλλὰ τὸ σωμάτιον. — ναί, ὡς λίθον. — ἔστω· ἀλλʼ οὐκέτι ἐγὼ περιπατῶ.

— τίς δέ σοι εἶπεν τὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι· ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν.

— ἔστω καὶ ταῦτα. — ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; — οὐδείς. — προθέσθαι δʼ ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις;

— οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;

Ὑγείας οὖν μὴ ὀρέγωμαι;— μηδαμῶς, μηδʼ ἄλλου ἀλλοτρίου μηδενός.

ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπʼ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν· εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, ἂν θαυμάσῃς τῶν τι μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς. — ἡ χεὶρ οὐκ ἔστιν ἐμή;

— μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου.

καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφʼ ὅσον ἂν οἷόν τε ᾖ, ἐφʼ ὅσον ἂν διδῶται· ἂν δʼ ἀγγαρεία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον.

ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον ἢ τὸ ὀνάριον.