Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους;

καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμη ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.

ταῦτα μελέτα, ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατʼ ἀξίαν τοῦ πράγματος.

καὶ τί θαυμαστόν, εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δʼ ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο·

ὑπὲρ τῆς ἀληθεινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθʼ ἁπλῶς ἀποδιδόναι τἀλλότρια;

ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς, οὐδὲν ἧττον· καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα.

ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι· τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά· εἶθʼ ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ αὐτός, ἡ ἄση, ἡ τῶν οὐ παρόντων ἐπιθυμία.

οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας.

καὶ ἵνʼ εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον· ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν,

θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθηται τὰς τούτου· οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδʼ ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γʼ· οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.