Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

διὰ τί οὖν, φησίν, ἔξεστιν; ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν. ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.

καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφʼ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότριαν, πατρίδα, ἐφʼ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθείᾳ.

διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότʼ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα· ἐπὶ Λέοντα δʼ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδʼ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ.

καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν· οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα.

ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθʼ ὅτʼ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλʼ ὡς μόνος. τί δʼ, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται;

δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ἔξελθε διὰ τὰ παιδία τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δʼ οὐδʼ ὁρᾷ, οὐδʼ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλʼ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δʼ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται.

Σωκράτης δʼ αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος·

τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλʼ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν.

τί οὖν ποιήσει τὰ παιδία; εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν· εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος; ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον.

εἰ δʼ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι καὶ προσθέντες ὅτι ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δʼ οὐδενί, εἰ γἄρʼ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν.