Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως· ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι σοί.

ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι ὁ θάνατος.

ἀλλʼ ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. — ἄπιθι τοίνυν πρὸς τὴν μητέρα· ἄξιος γὰρ εἶ τὴν κεφαλὴν κρατούμενος νοσεῖν.

— ἀλλʼ ἐπὶ κλιναρίου κομψοῦ ἐν οἴκῳ κατεκείμην. — ἄπιθί σου ἐπὶ τὸ κλινάριον· ἢ ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν.

ἀλλʼ ὁ Σωκράτης τί λέγει; ὥσπερ ἄλλος τις, φησίν, χαίρειν τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθʼ ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ.

— πρὸς τί; μή τι πρὸς λεξείδια; — ἄνθρωπε, εὐφήμει. — μή τι πρὸς θεωρημάτια; — τί ποιεῖς; —

καὶ μὴν οὐ βλέπω, τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. — οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ· μὴ μέμψασθαι μηδένα· τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν;

ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν· τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν;

ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως καὶ ἐπεινᾶτε καὶ ἀπεθνῄσκετε.

εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.

πυθομένου δέ τινος, πῶς νῦν μᾶλλον ἐκπεπονημένου τοῦ λόγου πρότερον μείζονες προκοπαὶ ἦσαν,

κατὰ τί, ἔφη, ἐκπεπόνηται καὶ κατὰ τί μείζους αἱ προκοπαὶ τότε ἦσαν; καθὸ γὰρ νῦν ἐκπεπόνηται, κατὰ τοῦτο καὶ προκοπαὶ νῦν εὑρεθήσονται.

καὶ νῦν μὲν ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται καὶ προκοπαὶ γίνονται· τότε δʼ ὥστε τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον τηρῆσαι καὶ ἐξεπονεῖτο καὶ προκοπαὶ ἦσαν.

μὴ οὖν ἐνάλλασσε μηδὲ ζήτει, ὅταν ἄλλο ἐκπονῇς, ἐν ἄλλῳ προκόπτειν. ἀλλʼ ἴδε, εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξάγειν, οὐ προκόπτει. οὐδένα γὰρ εὑρήσεις.

ὁ σπουδαῖος ἀήττητος· ἢ γὰρ οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν.

εἰ κατὰ τὸν ἀγρὸν θέλεις, λάβε· λάβε τοὺς οἰκέτας, λάβε τὴν ἀρχήν, λάβε τὸ σωμάτιον. τὴν δʼ ὄρεξιν οὐ ποιήσεις ἀποτευκτικὴν οὐδὲ τὴν ἔκκλισιν περιπτωτικήν.

εἰς τοῦτον μόνον τὸν ἀγῶνα καθίησιν τὸν περὶ τῶν προαιρετικῶν· πῶς οὖν οὐ μέλλει ἀήττητος εἶναι;

πυθομένου δέ τινος, τί ἐστιν ὁ κοινὸς νοῦς, Ὥσπερ, φησίν, κοινή τις ἀκοὴ λέγοιτʼ ἂν ἡ μόνον φωνῶν διακριτική, ἡ δὲ τῶν φθόγγων οὐκέτι κοινή, ἀλλὰ τεχνική, οὕτως ἐστί τινα, ἃ οἱ μὴ παντάπασιν διεστραμμένοι τῶν ἀνθρώπων κατὰ τὰς κοινὰς ἀφορμὰς ὁρῶσιν. ἡ τοιαύτη κατάστασις κοινὸς νοῦς καλεῖται.

τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου.

διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ γῆν κατὰ τὴν αὑτοῦ κατασκευήν, οὕτως καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.