Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.

νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον.

— ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵνʼ ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς καὶ ἦλθες.

ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γʼ ἀγρίδιον δυνήσεται· τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις· κακὸς κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς.

εἰ δὲ παρακολουθεῖς σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλʼ ἀντʼ αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετατέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν ποτʼ εἴπῃς οἴμοι, οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελφόν, ἀλλὰ διʼ ἐμέ, ἔτι ὑπολογίζῃ νόσον;

οὐκ οἶδας, ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμβάνουσι, τὸν ναυτικὸν πλέοντα.

σὺ τί θέλεις ποιῶν καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ καταληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆναι, ποίει ἐκεῖνο.

ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵνʼ ἀπαθής, ἵνʼ ἀκώλυτος, ἵνʼ ἀνανάγκαστος, ἵνʼ ἐλεύθερος.

ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵνʼ εἰπεῖν δύνωμαι τῷ θεῷ μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτʼ ἐνεκάλεσα;

μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας· καὶ οἱ ἄλλοι, ἀλλʼ ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας· οὐδέποτʼ ἐπεθύμησα ἀρχῆς. μή τί με τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ τι σημαίνεις;