Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθʼ ἡμέραν ἐξ ὄρθρου μέχρι νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς.

νῦν δʼ εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα· εἶτʼ ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομεν ἀπώλετο· ἂν ὕπατον, μακάριος· ἂν ἐξωρισμένον, ταλαίπωρος· ἂν πένητα, ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ.

ταῦτʼ οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετάσθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία;

ταῦτα πάντα δόγματά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐσταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.

οἷόν ἐστιν ἡ λεκάνη τοῦ ὕδατος, τοιοῦτον ἡ ψυχή, οἷον ἡ αὐγὴ ἡ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ φαντασίαι.

ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ ἡ αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται.

καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφʼ οὗ εἰσιν· καταστάντος δὲ καθίσταται κἀκεῖνα.

τοῦ δʼ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδορηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας Καὶ τί κακόν, ἔφη, ἐποίουν; ἐσπούδαζον καὶ οὗτοι ὡς καὶ σύ.

εἰπόντος δʼ ἐκείνου Οὕτως οὖν τις σπουδάζει; σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσαρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελλον καὶ αὐτοὶ οὕτως σπουδάζειν;

εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε· εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς;

ὅρα πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ· κέκραγεν· κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ· κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες· ἐγὼ δʼ οὐκ ἔχω δούλους· ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω.

εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν.

τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον· ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος· ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον.

τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδʼ εἴπωσιν ἃ θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπʼ αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύονται λοιδοροῦντες;

τί οὖν; οὐ γιγνώσκει ὁ Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει.

τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖν ἄγε ἵνα Σώφρων στεφανωθῇ; ἀλλʼ ἐκεῖνο ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν.

ἐμοὶ παρʼ ἐμὲ φίλτερος οὐδείς· γελοῖον οὖν, ἵνʼ ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι.

— τίνα οὖν θέλω νικῆσαι; — τὸν νικῶντα· καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. — ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. — ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια· ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδʼ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος·

ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.