Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ, ὃ αὐτὸς οὐκ ἐποίησεν;

σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν αἰσχύνεσθαι;

οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ;

τοιγαροῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον· περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ.

οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν· οὐδέποτε δʼ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δʼ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ δύναμαι φέρειν ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν;,

ἀλλʼ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵνʼ ἀμετάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν ἀποτευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτʼ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ;

ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ τίνων;

δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθʼ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον.

ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.

ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν.

διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας φιλοσοφίας· τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας,

ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν;

, εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.

ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτʼ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ.

διὰ τί δʼ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δʼ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.

οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδʼ ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;