Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας,

ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν;

, εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.

ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτʼ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ.

διὰ τί δʼ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δʼ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.

οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδʼ ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;

φοβεῖταί τις ἀνὴρ ἀγαθός, μὴ λείπωσιν αὐτῷ τροφαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι· λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδʼ ἐργάτῃ οὐδὲ σκυτεῖ· τῷ δʼ ἀγαθῷ λείψει;

οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγμάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγαθῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτʼ ἀποθανόντι;

— τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; — τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν; πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα, ὑμνῶν αὐτοῦ τὰ ἔργα.

καὶ γὰρ ἦλθον, ὅτʼ ἐκείνῳ ἔδοξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπʼ ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς.

οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλʼ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δʼ ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο.

καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γʼ οὐδʼ αὐτὸς ἑαυτοῦ, ὁ δʼ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας, εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος· καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος.

ὁ δʼ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρʼ ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς;

οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʼ ἀρχαῖς, ἀλλʼ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτʼ ἔστι δόγμασι περὶ τῶν ἐφʼ ἡμῖν καὶ οὐκ ἐφʼ ἡμῖν.

ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους.

καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δʼ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;

τί οὖν, ἂν νοσήσω;— νοσήσεις καλῶς. — τίς με θεραπεύσει; — ὁ θεός, οἱ φίλοι. — σκληρῶς κατακείσομαι. — ἀλλʼ ὡς ἀνήρ. — οἴκημα ἐπιτήδειον οὐχ ἕξω. — ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; — τίς μοι ποιήσει τὰ τροφεῖα; — οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες· ὡς Μάνης νοσήσεις. — τί δὲ καὶ τὸ πέρας τῆς νόσου;

— ἄλλο τι ἢ θάνατος; ἆρʼ οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δʼ ὁ τοῦ θανάτου φόβος;

ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.