Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δʼ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθʼ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες;

καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς.

ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτον οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δʼ ἀνέγνως τοιαῦτα, πολλὰ δʼ ἔγραφες; ποσάκις δʼ ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις;

— ναί· ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. — τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος;

τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης;

τίνα πώποτʼ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δʼ οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδʼ ἀποθανεῖν δύνασθαι,

σὺ δʼ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι, οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν; — ἀλλʼ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. — μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδʼ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.

αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον, οὗ σὺ αἴτιος οὐκ εἶ, ὃ ἄλλως ἀπήντησέν σοι, ὡς κεφαλαλγία, ὡς πυρετός; εἴ σου οἱ γονεῖς πένητες ἦσαν ἢ πλούσιοι μὲν ἦσαν, ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρκοῦσιν οὐδέν, σοὶ ταῦτα αἰσχρά ἐστιν;

ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ, ὃ αὐτὸς οὐκ ἐποίησεν;

σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν αἰσχύνεσθαι;

οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ;

τοιγαροῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον· περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ.

οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν· οὐδέποτε δʼ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δʼ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ δύναμαι φέρειν ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν;,

ἀλλʼ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵνʼ ἀμετάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν ἀποτευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτʼ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ;

ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ τίνων;

δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθʼ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον.

ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.

ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν.

διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας φιλοσοφίας· τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.