Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵνʼ ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες. ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδʼ ὅσια ἐνθυμηθῆναι,

ἀλλʼ ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν; τίς δʼ οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι οὐ δυνατὸν ἀεί;

τί οὖν; τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀνδραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος, ὡς μόνον οἷόν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ.

ἀλλʼ ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με.— διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους; καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλʼ ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος.

λύπη δʼ ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δʼ ἐμὴ ἐμόν. ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπʼ ἐμοὶ γάρ ἐστιν· τὸ δʼ ἀλλότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δʼ οὐ πειράσομαι.

εἰ δὲ μή, θεομαχήσω, ἀντιθήσω πρὸς τὸν Δία, ἀντιδιατάξομαι αὐτῷ πρὸς τὰ ὅλα. καὶ τἀπίχειρα τῆς θεομαχίας ταύτης καὶ ἀπειθείας οὐ παῖδες παίδων ἐκτίσουσιν, ἀλλʼ αὐτὸς ἐγὼ μεθʼ ἡμέραν, νυκτὸς διὰ τῶν ἐνυπνίων ἐκπηδῶν, ταρασσόμενος, πρὸς πᾶσαν ἀπαγγελίαν τρέμων, ἐξ ἐπιστολῶν ἀλλοτρίων ἠρτημένην ἔχων τὴν ἐμαυτοῦ ἀπάθειαν.

ἀπὸ Ῥώμης τις ἥκει. μόνον μή τι κακόν. τί δὲ κακὸν ἐκεῖ σοι συμβῆναι δύναται, ὅπου μὴ εἶ; ἀπὸ τῆς Ἑλλάδος. μόνον μή τι κακόν. οὕτως σοι πᾶς τόπος δύναται δυστυχίας εἶναι αἴτιος.

οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων; οὕτως ἀσφαλῶς σοι τὰ πράγματα ἔχει;

— τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι; — τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον; ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν στεργομένων μὴ εἰδεῖν θάνατον;

οὐκ οἶσθʼ, ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα, τοῦ δὲ λῃστήν, τοῦ δὲ τύραννον;

τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι· τὸν μὲν ἀπώλεσαν, τὸν δʼ ἐξώρισαν, τὸν δʼ εἰς πρεσβείαν, ἄλλον δʼ εἰς στρατείαν ἐνέβαλον.

κάθησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, ταῦτʼ ἐμάνθανες; οὐκ οἶσθʼ, ὅτι στρατεία τὸ χρῆμά ἐστιν; τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα· οὐχ οἷόν τʼ εἶναι πάντας ἐν τῷ αὐτῷ οὐδʼ ἄμεινον.

σὺ δʼ ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ ἐγκαλεῖς, ὅταν τί σοι προσταχθῇ τραχύτερον, καὶ οὐ παρακολουθεῖς, οἷον ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται, οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυπνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύεσθαι.

πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει· ἂν δʼ ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε· καὶ τίς ἀνέξεταί σου κυβερνήτης; οὐχὶ δʼ ὡς σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν;

οὕτως δὲ καὶ ἐνθάδε· στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα·

εἰ οἷόν τε, μαντευόμενον ἃ θέλει. οὐδὲ γὰρ ὅμοιος ἐκεῖνος ὁ στρατηγὸς καὶ οὗτος οὔτε κατὰ τὴν ἰσχὺν οὔτε κατὰ τὴν τοῦ ἤθους ὑπεροχήν.

τέταξαι ἐν πόλει ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλʼ ἀεὶ βουλευτής. οὐκ οἶσθʼ, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δʼ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσερριζῶσθαι;