Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων.

οὐδέποτʼ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.

ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵνʼ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν.

μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος;

ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δʼ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται.

σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.

περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.

ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ὕπαγε, φησίν, μᾶλλον εἰς οἶκον καὶ ὕφαινε·

πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί.

οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.

τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ· εἶθʼ οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων οὕτως ὁρῶμεν γινόμενα.

οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθʼ οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία· εἰ σταδιοδρόμος, πάντα ταῦτα ἀλλοῖα· εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν.

εἰ τέκτων, τοιαῦτα ἕξεις· εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφʼ ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν· ἐὰν δʼ ἐφʼ ὃ μὴ δεῖ, διεσφαλμένως.

λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ ἀναφορά, ἡ δʼ ἰδία. πρῶτον ἵνʼ ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, εἰ βλαπτικῶς καὶ ἐπιεικῶς, ὡς θηρίον.

ἡ δʼ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ.

ὅταν οὖν λέγῃς δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν, σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτʼ ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφʼ ὃ δεῖ. ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι;

εὐθὺς ἀκούεις λέγοντος ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος; καὶ καλῶς λέγει. οὐδὲν γὰρ τῷ μουσικῷ, καθὸ μουσικός ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ.

οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ τέκτων οὐδʼ εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.

θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν. τίς ἐκκλίσεως;

μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ· ἂν δὲ ψεύσῃ, ἐρῶ σοι· πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες·

πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες τί σοι ἔδοξα; θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν. πῶς δʼ εἶπον ἐκεῖνο; τὸ ποῖον; ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας.