Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια· κἀγὼ ἔχω. μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα;

τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον.

ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτʼ εἴπῃς σεαυτὸν μηδʼ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε πεπλάνηται· ἐγὼ γὰρ οὔτʼ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδʼ ὁρμῶ ἐπʼ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʼ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.

ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατʼ ἀξίαν φρονεῖν· εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.

πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν.

τοσοῦτον δʼ ἔχω σοι εἰπεῖν, ὅτι ὁ δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο ἢ δημοσίᾳ θέλει ἀσχημονεῖν.

οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγει ἐμὲ δεῖ οἰκονόμον εἶναι· εἰ δὲ μή, ἐπιστραφεὶς ὁ κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον, ἑλκύσας ἔτεμεν.

οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδʼ οἰκοδεσπότης ἕκαστα ὁ διατάσσων.

σὺ ἥλιος εἶ· δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως· ὕπαγε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα.

σὺ μοσχάριον εἶ· ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε· εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσελθὼν μάχου· σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ δύνασαι αὐτὸ ποιεῖν.

σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύματος ἐπὶ Ἴλιον· ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι μονομαχῆσαι· ἴσθι Ἀχιλλεύς.

εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν ἠσχημόνησεν ἐν πλείοσι μάρτυσι.

καὶ σὺμβούλευσαι περὶ πράγματος ἐπιμελῶς· οὐκ ἔστιν οἷον δοκεῖ σοι.

τριβώνιον καὶ νῦν φορῶ καὶ τόθʼ ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρίδιον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν· κἂν ἴδω τινὰ δρωπακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα ἢ ἐν κοκκίνοις περιπατοῦντα.

εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπʼ αὐτοῦ· μὴ προσέλθῃς, οὐδέν ἐστι πρὸς σέ.

εἰ δʼ οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς.

πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ· ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά· σοὶ μὴ ὀργὴν εἶναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον· μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλακουντάριον.

ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύψοντα πολλὰ ἔχουσιν. κέκλεικε τὴν θύραν, ἕστακέν τινα πρὸ τοῦ κοιτῶνος· ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν, οὐ σχολάζει.

ὁ Κυνικὸς δʼ ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι· εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος.

οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦ (εἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ ἀποκρύψοντος) οὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν ἀποκρύψῃ ἢ πῶς;