Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. — ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; — τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ πληρώσεως γὰρ οὐκ ἔστιν,

μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτʼ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη ἢ οἷα ἐκεῖνος ὠφελήθη. — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα;

οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών;

οὔ· ἀλλʼ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως;

ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθʼ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα διʼ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.

ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι;— ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δʼ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται· τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον.

οὔ· ἀλλʼ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει ἆρον ὕπερον ἀμφοτέραις καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ· εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με;

τοῦτʼ ἔστι τὸ μὴ εἰδέναι ἀπʼ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός· γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές.

κακὸς πατήρ; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός. τοῦτʼ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον· οὗ θέλεις, φησίν, ἅψαι καὶ χρυσοῦν ἔσται. οὔ· ἀλλʼ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων· πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται.