Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου· ὁ μὲν λέγει οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα, ὁ δʼ, ἄν ποτʼ εἰπεῖν ἀναγκασθῇ, οὐαί μοι

ἐπιστήσας λέγει διʼ ἐμέ. προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν.

ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθʼ ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα, ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψαμεν.

νῦν δʼ ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν ἔδει μεταβῆναι αὐτόν;

πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθʼ ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ παιδίου ἡμῶν· τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει.

οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματικος, ἐν βίῳ ὁ ἀπαίδευτος.