Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἢ ἀπὸ σεισμοῦ ἢ ἀπὸ κεραυνοῦ; ἄγε ἀπʼ ἔρωτος; οὐ δύναται. ἀπὸ πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπʼ οὐδενὸς ἁπλῶς τούτων·

ὁ δὲ λόγος ὁ τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; ἄν μοι προσέχητε, ὦ ἄνθρωποι, ὅπου ἂν ἦτε, ὅ τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ ἐλεύθεροι διάξετε ἀπὸ πάντων.

ταύτην τὴν εἰρήνην τις ἔχων οὐχὶ κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαρος (πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;), ἀλλʼ ὑπὸ τοῦ θεοῦ κεκηρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν ᾖ μόνος, ἐπιβλέπων καὶ ἐνθυμούμενος

νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας· πᾶσα ὁδός, πᾶσα πόλις, πᾶςα σύνοδος, γείτων, κοινωνὸς ἀβλαβής. ἄλλος παρέχει τροφάς, ᾧ μέλει, ἄλλος ἐσθῆτα, ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις.

ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει, τὴν θύραν ἤνοιξεν καὶ λέγει σοι ἔρχου. ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλʼ ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοιχεῖα.

ὅσον ἦν ἐν σοὶ πυρός, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδʼ Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν μεστὰ καὶ δαιμόνων;

ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον ἢ καὶ ἀβοήθητος.

τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με; μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.

ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; τί χείρονας ἑαυτοὺς ποιῶμεν τῶν παιδαρίων; ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ; ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ· καὶ οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς.

ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλʼ ἐκεῖνα ὑπʼ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δʼ ὑπὸ φρονήσεως δυστυχοῦμεν;

πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν .

--- ἀλλʼ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθʼ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον· ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δʼ εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ.

οὔ· ἀλλʼ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι.

δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.