Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ· δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο.

ἀλλʼ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ· πειρῶ οὖν καλὸς εἶναι. τί αὐτῷ λέγει; πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη; μὴ γένοιτο· ἀλλὰ κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.

τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν· ἐκείνῳ ἐπίστρεψον.

— τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο· ἀλλʼ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον.

οὔ· ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον· δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλʼ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.