Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον — τί ποτʼ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός.

τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος;

τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν;

τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην;

ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;