Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τὸ συνημμένον ἀδιάφορον· ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλʼ ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.

μή ποτʼ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθʼ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες.

καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵνʼ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδʼ ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις.

καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς· ἐγὼ ἔμαθον, ὑμεῖς δʼ οὔ.

οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλʼ ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δʼ ἀρκείτω τὸ εὐσταθεῖν.

ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα.ἀσπάζομαι.πῶς;οὐ ταπεινῶς.ἀλλʼ ἐξεκλείσθης.διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλειμένην εὕρω τὴν θύραν, ἀνάγκη μʼ ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς θυρίδος εἰσελθεῖν.

ἀλλὰ καὶ λάλησον αὐτῷ.λαλῶ.

τίνα τρόπον;οὐ ταπεινῶς.ἀλλʼ οὐκ ἐπέτυχες. μὴ γὰρ σὸν τοῦτο τὸ ἔργον ἦν; ἀλλʼ ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ τί ἀλλότριον καὶ οὐ ταραχθήσῃ.

διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν· αὐτὸς γάρ μʼ ὁ θεὸς ἐποίησεν τούτων ἐκλεκτικόν.

εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπʼ αὐτό· καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.

ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν;

οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι.

οὕτως ἴστε ὅτι καὶ ἐπʼ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν· ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι.

ἡμεῖς δʼ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά.

ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν· οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον ποιεῖν·

ἡμῶν δʼ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.

ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν· εἰ δʼ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι;

τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου;

ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτʼ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.

τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος. ἐγὼ δʼ οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δʼ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ;