Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν ἔχω ποιῆσαι; ὃ δύναμαι, τοῦτο μόνον ποιῶ· μὴ φοβούμενος ἀποπνίγομαι οὐδὲ κεκραγὼς οὐδʼ ἐγκαλῶν τῷ θεῷ, ἀλλʼ εἰδώς, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ.

οὐ γάρ εἰμι αἰών, ἀλλʼ ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ὡς ὥραν.

τί οὖν μοι διαφέρει πῶς παρέλθω, πότερον πνιγεὶς ἢ πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με.

τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ ἢ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι.

λοιπὸν ἐν τούτῳ ἡ εὐρυθμία, ἐν τούτῳ ἡ τέχνη, τὸ τάχος, ἡ εὐγνωμοσύνη, ἵνʼ ἐγώ, μηδʼ ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, ὁ δέ, ἂν βάλω, λαμβάνει.

ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα ἢ βάλλωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλʼ ὁ μὲν ἐρεῖ βάλε, ὁ δὲ μὴ βάλῃς, ὁ δὲ μὴ ἀνέβαλες. τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.

τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. λέγε μοι, φησίν, Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἢ ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;

ὁμολογήσαντος δὲ τίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή; ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότʼ ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν.

ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλʼ οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δʼ ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου.