Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.

πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδʼ ἐπισεσυρμένον;

ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι· πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δʼ ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν.

οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο· δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲ τὰ ἔξω οὐκ ἐπʼ ἐμοί· προαίρεσις ἐπʼ ἐμοί.

ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς. ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτʼ ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτʼ ὠφέλειαν μήτε βλάβην μήτʼ ἄλλο τι τῶν τοιούτων.

τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ τὴν παρὰ φύσιν.

ἀλλʼ ἅμα μὲν ἐπιμελῶς, ὅτι ἡ χρῆσις οὐκ ἀδιάφορον, ἅμα δʼ εὐσταθῶς καὶ ἀταράχως, ὅτι ἡ ὕλη οὐ διαφέρουσα.

ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτʼ ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων ἡ μὲν τεῦξις οὐκ ἐπʼ ἐμοὶ οὐδʼ ἀγαθὸν ἢ κακόν, ἡ χρῆσις δʼ ἢ κακὸν ἢ ἀγαθόν, ἀλλʼ ἐπʼ ἐμοί.

δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι.

ἀλλʼ οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν.

εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ἡ ὑπόθεσις, τοῦ κυβερνήτου. ἀλλὰ καὶ ἡ ναῦς καταδύεται.