Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.

ὁ δʼ Ἀλλʼ ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ὅσιον.

ταῦτα μόνα; γειτνίασιν δʼ οὐκ ἀναιροῦμεν, φιλίαν δʼ οὔ, πόλιν δʼ οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι πιστεύσω;

εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐδʼ ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο·

εἰ δʼ ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν· δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον;

εἶτα ἐρεῖς οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου; κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, πλήξας κατέβαλεν.

σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.

τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων· ἀλλʼ ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς συμπότης καὶ σύνδειπνος Σωκρατικός.

ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν.

οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δʼ ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;

ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ. Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;