Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρʼ αὐτοῦ λαβεῖν συστατικὰ ὅτι μὲν ἄνθρωπος, φησίν, εἶ, καὶ ἰδὼν γνώσεται· εἰ δʼ ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δʼ ἄπειρος, οὐδʼ ἂν μυριάκις γράψω αὐτῷ.

ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός ἐστιν, σὺ σαυτὴν συστήσεις.

ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπʼ ἀργυρίου, ἵνʼ εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει φέρε ἣν θέλεις δραχμὴν καὶ διαγνώσομαι.

ἀλλʼ ἐπὶ συλλογισμῶν φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή. διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς· ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων.

ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.

λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.