Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δʼ ὑπὸ συλλογισμῶν, ὁ δʼ ὑπὸ μεταπιπτόντων, ὁ δʼ ὑπʼ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.

ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δʼ ἐκκλίσει ἀπερίπτωτον, μηδέποτʼ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδένʼ αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς

ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη.

εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ταῦτα κομψά ἐστιν; τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά;

ἀλλʼ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν;

οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν.

ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δʼ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτʼ ἀκαταληκτικῶς ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας.

εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δʼ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵνʼ ὑμῖν χαρίσωμαι.

εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω·

καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ μὴ ἔχων ἀπείρως;

— δοκεῖ. — οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δʼ ὠφελουμένους.

οἱ δʼ ἀκούοντες πάντες ὠφελοῦνται ἀφʼ ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δʼ ἀπείρως βλάπτονται;

— ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν.

— εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; — μουσικοῦ. — τί δέ;

τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο.

— οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν;

καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου·

ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;

περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν;

ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι;

ἀλλʼ ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δʼ οὐκ ἔστιν;