Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δʼ ὑπὸ συλλογισμῶν, ὁ δʼ ὑπὸ μεταπιπτόντων, ὁ δʼ ὑπʼ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.

ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δʼ ἐκκλίσει ἀπερίπτωτον, μηδέποτʼ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδένʼ αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς

ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη.

εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ταῦτα κομψά ἐστιν; τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά;

ἀλλʼ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν;

οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν.

ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δʼ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτʼ ἀκαταληκτικῶς ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας.

εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δʼ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵνʼ ὑμῖν χαρίσωμαι.