Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ·

οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι· οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδράποδον, οὐδὲ τοῦτο.

τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ τι ἔστι καθολικόν, ψεῦδός ἐστιν;

πάλιν ἄν τις παρελθὼν λέγῃ γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα ἢ ἄλλος ὅτι πίστευσόν μοι καὶ ὠφεληθήσῃ· οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν ἢ πάλιν ἄλλος μάθε παρʼ ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν· ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς·

τίνι οὖν τούτων διαφέρουσιν οὗτοι — τίνες ποτέ; — οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται· πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί.

οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ ἀναιρουμένῳ συγχρῆται.

τί γὰρ λέγει; μὴ ἐξαπατᾶσθε, ἄνθρωποι, μηδὲ παράγεσθε μηδὲ διαπίπτετε· οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογικοῖς πρὸς ἀλλήλους· πιστεύσατέ μοι. οἱ δὲ τὰ ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογίζονται.

τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον καὶ ἀσφαλέστερον.

ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις, τί διʼ ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπατηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν;

εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν· ἔσθιε καὶ πῖνε καὶ συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε.

τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα;

οὐχὶ δʼ εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς;

πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους ἀποκρύπτεσθαι, πολὺ μάλιστʼ ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα σοι πάντα τηρῆται;

ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δʼ οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;

τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα;

ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον διʼ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων.

εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι· τούτῳ δʼ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλʼ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος.

οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλʼ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλʼ ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.

οὐ τοίνυν οὐδʼ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται.

οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντʼ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο· οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.