Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— ποίαν παρασκευήν; — τετήρηκα, φησίν, τὸ ἐπʼ ἐμοί. — πῶς οὖν; — οὐδὲν οὐδέποτʼ ἄδικον οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.

εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι· ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον.

εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι· εἰ κλαῦσαι, κλαῦσον· εἰ οἰμῶξαι, οἴμωξον.

ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε,

ἀλλʼ ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα ἢ ἐκεῖνα· ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι.

εἰ δʼ αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελε ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές· ὅπου ἡ ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσις.