Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν ὑπόθου μοι. τί σοι ὑποθῶμαι; ἀλλὰ ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι.

ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι εἰπέ μοι τί γράψω, ὅταν μοι προβληθῇ τι ὄνομα.

ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται;

τί γράψῃ; ἀλλʼ εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσασθαι πρὸς πάντα τὰ ὑπαγορευόμενα· εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, τί ἐρεῖς ἢ τί πράξεις;

τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου.

τίς δʼ ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.