Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ποῦ γὰρ ἵνʼ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε; Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε.

ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν;

τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον.

δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατʼ· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν.

ἀλλʼ οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν οὐκ εἶδον.

οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτʼ ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ περιπλέκειν;

), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε. τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε;

καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;

καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρʼ ἐμοὶ παιδεύεσθε. κἀγὼ μὲν ἔχω ταύτην τὴν ἐπιβολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦντας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ· ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες πάρεστε.

διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετʼ ἐπιβολὴν οἵαν δεῖ κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρασκευὴν οἵαν δεῖ;

τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα, ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν· τί ἡμῖν λείπει;

οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφʼ ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφʼ ἡμῖν οὔθʼ ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον φύσει μόνον, τοῦτο ἀνεμπόδιστον.

διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρʼ ἐμὲ γίνεται ἢ παρʼ ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφʼ ἡμῖν. λοιπὸν οὖν ἢ παρʼ ἐμέ ἐστιν ἢ παρʼ ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρʼ ἀμφοτέρους. τί οὖν;

θέλετε ἀρξώμεθά ποτε τοιαύτην ἐπιβολὴν κομίζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.

τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ·

οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι· οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδράποδον, οὐδὲ τοῦτο.

τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ τι ἔστι καθολικόν, ψεῦδός ἐστιν;

πάλιν ἄν τις παρελθὼν λέγῃ γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα ἢ ἄλλος ὅτι πίστευσόν μοι καὶ ὠφεληθήσῃ· οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν ἢ πάλιν ἄλλος μάθε παρʼ ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν· ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς·

τίνι οὖν τούτων διαφέρουσιν οὗτοι — τίνες ποτέ; — οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται· πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί.

οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ ἀναιρουμένῳ συγχρῆται.