Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν.

μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ ἀταραξίας.

τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν τί ἄλλο ἐστὶν ἢ φαντασία;

ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ εὐδία.

ἂν δʼ ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθʼ ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδʼ ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ πράγματος·

καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν

αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ τὸ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ ἀδυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ ** δυνατὸν εἶναι ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται.

λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.

οἱ δὲ τἆλλα δύο, ὅτι δυνατόν τʼ ἐστίν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, δυνατῷ δʼ ἀδύνατον ἀκολουθεῖ.

τὰ τρία δʼ ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.

ἂν οὖν τίς μου πύθηται σὺ δὲ ποῖα αὐτῶν τηρεῖς; ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα· παρείληφα δʼ ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ περὶ Χρύσιππον τὰ ἄλλα.

σὺ οὖν τί; οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν καὶ συγκρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμματικοῦ.

τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ;Πρίαμος.τίνες ἀδελφοί;Ἀλέξανδρος καὶ Δηίφοβος.μήτηρ δʼ αὐτῶν τίς;Ἑκάβη. παρείληφα ταύτην τὴν ἱστορίαν.παρὰ τίνος;παρʼ Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος.

κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλʼ ἂν ὦ κενός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόντας ἐξαριθμούμενος τοὺς γεγραφότας.

γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δʼ ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δʼ ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατʼ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος. οὐκ ἀνέγνωκας τὴν σύνταξιν;

οὐκ ἀνέγνωκα.ἀνάγνωθι. καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέγονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τόπον; ἀλλʼ ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτʼ ἐσομένην.

καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων.

εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν.ἄκουε·

Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά,

τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος.

πόθεν οἶδας;Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι;