Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύτην τὴν ῥυπαρὰν ἔκβαλε.

κἂν ἐθισθῇς οὕτως γυμνάζεσθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι· νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐδὲ ἕν.

οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν.

μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ ἀταραξίας.

τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν τί ἄλλο ἐστὶν ἢ φαντασία;

ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ εὐδία.

ἂν δʼ ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθʼ ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδʼ ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ πράγματος·

καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν

αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ τὸ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ ἀδυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ ** δυνατὸν εἶναι ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται.

λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.

οἱ δὲ τἆλλα δύο, ὅτι δυνατόν τʼ ἐστίν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, δυνατῷ δʼ ἀδύνατον ἀκολουθεῖ.

τὰ τρία δʼ ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.

ἂν οὖν τίς μου πύθηται σὺ δὲ ποῖα αὐτῶν τηρεῖς; ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα· παρείληφα δʼ ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ περὶ Χρύσιππον τὰ ἄλλα.

σὺ οὖν τί; οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν καὶ συγκρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμματικοῦ.